Published 16 χρόνια πριν in Rock

'Ιστω νύν τάδε γαία

  • 621
  • 0
  • 0
  • 0
  • 3
  • 0

Στίχοι

										ίστω νύν τάδε γαία καί ουρανός ευρύς ύπερθεν 
καί τό κατειβόμενον Στυγός ύδωρ, ός τε μέγιστος 
όρκος δεινότατός τε πέλει μακάρεσσι θεοίσιν: 
ή μήν Φοίβου τήδε θυώδης έσσεται αιεί 
βωμός καί τέμενος, τίσει δέ σέ γ' έξοχα πάντων.
 
Αυτάρ επεί ρ' όμοσέν τε τελεύτησέν τε τόν όρκον, 
Δήλος μέν μάλα χαίρε γόνω εκάτοιο άνακτος, 
Λητώ δ' εννήμάρ τε καί εννέα νύκτας αέλπτοις 
ωδίνεσσι πέπαρτο. θεαί δ' έσαν ένδοθι πάσαι 
όσσαι άρισται έσαν, Διώνη τε `Ρείη τε 
'Ιχναίη τε Θέμις καί αγάστονος 'Αμφιτρίτη, 
άλλαι τ' αθάναται, νόσφιν λευκωλένου ''Ηρης:
 
ήστο γάρ εν μεγάροισι Διός νεφεληγερέταο. 
μούνη δ' ουκ επέπυστο μογοστόκος Ειλείθυια: 
ήστο γάρ άκρω 'Ολύμπω υπό χρυσέοισι νέφεσσιν 
''Ηρης φραδμοσύνης λευκωλένου, ή μιν έρυκε 
ζηλοσύνη ό τ' άρ' υιόν αμύμονά τε κρατερόν τε 
Λητώ τέξεσθαι καλλιπλόκαμος τότ' έμελλεν.
 
Αι δ' '~Ιριν προύπεμψαν εϋκτιμένης από νήσου 
αξέμεν Ειλείθυιαν, υποσχόμεναι μέγαν όρμον 
χρυσείοισι λίνοισιν εερμένον εννεάπηχυν: 
νόσφιν δ' ήνωγον καλέειν λευκωλένου ''Ηρης 
μή μιν έπειτ' επέεσσιν αποστρέψειεν ιούσαν.									

:
/ :

Queue

Clear